Song of Solomon 8

1Τίς δῴη σε, ἀδελφιδόν μου; θηλάζοντα μαστοὺς μητρός μου εὑροῦσά σε ἔξω φιλήσω σε καί γε οὐκ ἐξουδενώσουσίν μοι. 2παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου. καὶ εἰς ταμίειον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου 3Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με. 4ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. 5Τίς αὕτη ἀναβαίνουσα λελευκανθισμένη ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέν σε μήτηρ σου, ἐκεῖ ὠδίνησέν σε τεκοῦσά σου. 6Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς· 7ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν· ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν. 8ἀδελφῇ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ Ἀδελφὴ ἡμῶν ἐν ἡμέρᾳ, ἐὰν λαληθῇ ἐν αὐτῇ; 9εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστίν, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. 10ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι· Ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰρήνην. 11Ἀμπελὼν ἐγενήθη τῷ Σαλωμων ἐν Βεελαμων· ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν, ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου. 12ἀμπελών μου· ἐμὸς ἐνώπιόν μου οἱ χίλιοι σοί, Σαλωμων, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ. 13 καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με. 14Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων.
Copyright information for LXX